Ancient Greek · ~1 min
Section 35
Demosthenes, κατὰ Ἀριστογείτονος α΄ 35
Not analysed yet
καὶ δίκης γε καὶ εὐνομίας καὶ αἰδοῦς εἰσι πᾶσιν ἀνθρώποις βωμοί, οἱ μὲν κάλλιστοι καὶ ἁγιώτατοι ἐν αὐτῇ τῇ ψυχῇ ἑκάστου καὶ τῇ φύσει, οἱ δὲ καὶ κοινῇ τοῖς πᾶσι τιμᾶν ἱδρυμένοι· ἀλλʼ οὐκ ἀναισχυντίας οὐδὲ συκοφαντίας οὐδʼ ἐπιορκίας οὐδʼ ἀχαριστίας, ἃ πάντα τούτῳ πρόσεστιν.