Ancient Greek · ~2 min
Section 39
Demosthenes, κατὰ Ἀριστογείτονος α΄ 39
Not analysed yet
εἰ τοίνυν ἄρα καὶ τοιοῦτός τίς ἐστιν ἄνθρωπος ἐν τῇ πόλει, οἷος ἐκ παντὸς τρόπου τὸν κρινοῦντά τινα ζητεῖν, εἰ δὲ δικαίως ἢ ἀδίκως μηδὲν φροντίζειν, οὐδένʼ ἂν ἧττον εὕροι χρήσιμον ὄντʼ ἢ τοῦτον ἑαυτῷ. διὰ τί; ὅτι τὸν κατηγορήσοντα τῶν ἄλλων καὶ πάντας κρινοῦντα αὐτὸν ἀνεξέλεγκτον ὑπάρχειν δεῖ, ἵνα μὴ διὰ τὴν τούτου πονηρίαν ἀποφεύγωσιν ἐκεῖνοι. τούτου δʼ οὔτε πλειόνων οὔτε μειζόνων ἁμαρτημάτων οὐδεὶς μᾶλλόν ἐστι μεστὸς ἐν τῇ πόλει.