Ancient Greek · ~2 min
Section 87
Demosthenes, κατὰ Ἀριστογείτονος α΄ 87
Not analysed yet
οὐ γὰρ ὅμοιόν ἐστιν, Ἀριστογεῖτον, οὐδὲ πολλοῦ δεῖ, γράψαντά σε τῶν πολιτῶν τρεῖς ἀκρίτους ἀποκτεῖναι γραφὴν ἁλῶναι παρανόμων καὶ δέον σε τεθνάναι τιμήματος τυχεῖν, καὶ φίλον ἐγγυησάμενον μὴ δύνασθαι ζημίαν ἀπροσδόκητον ἐνεγκεῖν· οὐχ ὅμοιον, οὔ. ἔπειθʼ ὅτι τὴν κοινὴν φιλανθρωπίαν ἣν ὑμεῖς ἔχετʼ ἐκ φύσεως πρὸς ἀλλήλους οὗτος ἀναιρεῖ καὶ διαφθείρει. ὑμεῖς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τῇ τῆς φύσεως πρὸς ἀλλήλους, ὅπερ εἶπον, χρώμενοι φιλανθρωπίᾳ, ὥσπερ αἱ συγγένειαι τὰς ἰδίας οἰκοῦσιν οἰκίας, οὕτω τὴν πόλιν οἰκεῖτε δημοσίᾳ.