Ancient Greek
Section 21
Demosthenes, πρὸς Ἀπατούριον παραγραφή 21
Not analysed yet
καὶ ἐγὼ μὲν καὶ ὁ Φώκριτος ἐν ταῖς αὐταῖς συνθήκαις γεγραμμένοι, ὅτι ἠμφεσβήτησεν οὗτος μὴ εἶναι ἡμᾶς διαιτητὰς αὑτῷ, ἐφύγομεν τὸ διαιτῆσαι· ὁ δὲ οὐ μόνον ἀμφισβητηθείς, ἀλλὰ καὶ ἀπορρηθὲν αὐτῷ, οὐδὲν ἧττον τὴν ἀπόφασιν ἐποιήσατο. ὃ οὔτε ὑμῶν οὔτε τῶν ἄλλων Ἀθηναίων ὑπομείναι ἂν ποιῆσαι οὐδείς.