Ancient Greek
Section 26
Demosthenes, πρὸς Ἀπατούριον παραγραφή 26
Not analysed yet
τῶν γὰρ τοιούτων ἐγκλημάτων πρότερον τὰς ἀπαιτήσεις ποιοῦνται ἅπαντες ἢ δικάζονται. οὐκ ἔστιν τοίνυν ὅστις μαρτυρήσει παραγενέσθαι, ὅπου οὗτος ἢ πέρυσιν ἢ προπέρυσιν ἐδικάσατό μοι ἢ λόγον ὁντινοῦν ἐποιήσατο πρὸς ἐμὲ περὶ ὧν νυνί μοι δικάζεται. ὅτι δʼ ἐπεδήμει πέρυσιν, ὅτε αἱ δίκαι ἦσαν, λαβέ μοι τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.