Ancient Greek
Section 31
Demosthenes, πρὸς Ἀπατούριον παραγραφή 31
Not analysed yet
ἀλλὰ μὴν καὶ ὡς ἀπηγόρευεν ὁ Παρμένων τῷ Ἀριστοκλεῖ καθʼ αὑτοῦ μὴ γιγνώσκειν ἄνευ τῶν συνδιαιτητῶν, μεμαρτύρηται ὑμῖν. ὅταν δὴ ὁ αὐτὸς ἠφανικὼς φαίνηται τὰ γράμματα καθʼ ἃ ἔδει τὴν δίαιταν γενέσθαι, καὶ ἄνευ τῶν συνδιαιτητῶν παρὰ τὴν ἀπόρρησιν φῇ δεδιῃτηκέναι, πῶς ἂν τούτῳ τῷ ἀνθρώπῳ πιστεύσαντες δικαίως ἐμὲ ἀπολέσαιτε;