Ancient Greek
Section 38
Demosthenes, πρὸς Ἀπατούριον παραγραφή 38
Not analysed yet
εἰ δὲ παρὰ τῷ Ἀριστοκλεῖ, διὰ τί, εἴπερ ἄνευ τῆς τούτου γνώμης ἀπολώλασιν αἱ συνθῆκαι, τῷ μὲν λαβόντι αὐτὰς καὶ οὐ παρέχοντι οὐ δικάζεται, ἐμοὶ δʼ ἐγκαλεῖ, μάρτυρα παρεχόμενος κατʼ ἐμοῦ τὸν ἠφανικότα τὰς συνθήκας, ᾧ προσῆκεν αὐτὸν ὀργίζεσθαι, εἴπερ μὴ κοινῇ μετὰ τούτου ἐκακοτέχνει; εἴρηταί μοι τὰ δίκαια, ὅσα ἐδυνάμην. ὑμεῖς οὖν κατὰ τοὺς νόμους γιγνώσκετε τὰ δίκαια.