Ancient Greek
Section 8
Demosthenes, πρὸς Ἀπατούριον παραγραφή 8
Not analysed yet
αὐτὸς μὲν οὖν διὰ τοῦτο οὐκ ἐβούλετο ποιήσασθαι τὸ συμβόλαιον, ἐμὲ δʼ ἐκέλευεν πρᾶξαι ὅπως αὐτῷ ὡς ἀσφαλέστατα ἕξει. λαβὼν δὲ τὰς ἑπτὰ μνᾶς παρὰ τοῦ Παρμένοντος, καὶ τὰς τρεῖς ἃς προειλήφει οὗτος παρʼ ἐκείνου, ἀνθομολογησάμενος πρὸς τοῦτον, ὠνὴν ποιοῦμαι τῆς νεὼς καὶ τῶν παίδων, ἕως ἀποδοίη τάς τε δέκα μνᾶς ἃς διʼ ἐμοῦ ἔλαβεν, καὶ τὰς τριάκοντα ὧν κατέστησεν ἐμὲ ἐγγυητὴν τῷ τραπεζίτῃ. καὶ ὡς ἀληθῆ λέγω, ἀκούσατε τῶν μαρτυριῶν. ΜΑΡΤΥΡΙΑΙ.