Ancient Greek
Section 12
Demosthenes, κατὰ Ἀριστογείτονος β΄ 12
Not analysed yet
καίτοι πῶς οὐ δεινὸν εἰς μὲν τὴν τῆς πατρίδος σωτηρίαν μηδενὶ τῶν πολιτῶν Ἀριστογείτονα τουτονὶ συγχωρῆσαι τυχεῖν τῆς ἐπιτιμίας, εἰς δὲ τὴν αὑτοῦ παρανομίαν παρὰ πάντων ὑμῶν ἀξιοῦν λαμβάνειν τὴν αὐτὴν δωρειάν; καίτοι πολύ γε νομιμώτερον καὶ δικαιότερον τὸ ψήφισμʼ ἐκεῖνʼ ἦν οὗ σὺ νῦν ἀξιοῖς ψηφίσασθαί σοι τουτουσί.