Ancient Greek
Section 17
Demosthenes, κατὰ Ἀριστογείτονος β΄ 17
Not analysed yet
τίνα γὰρ παραγαγὼν εἰς τὸ δικαστήριον, ὧν ᾐτιᾶτο, τούτων καὶ ᾕρηκεν ; ἢ ποῖον πόρον ὑμῖν πεπόρικεν; ἢ τί ψήφισμα γέγραφεν ᾧ πεισθέντες ὑμεῖς οὐ πάλιν μετανοῆσαι προείλεσθε; καὶ γὰρ ταῦτα· οὕτω σκαιός ἐστι καὶ βάρβαρος τὸν τρόπον ὥστε, ὅταν ὑμᾶς ἴδῃ πρός τινας ὀργισθέντας τι καὶ μᾶλλον τοῦ δέοντος παροξυνθέντας, τηνικαῦτα παρὰ τὴν ὀργὴν ὑμῶν τὰ βουλήματα λαβὼν τοῖς καιροῖς ἐναντιοῦται.