Ancient Greek · ~2 min
Section 10
Demosthenes, κατὰ Κόνωνος αἰκείας 10
Not analysed yet
συνέβη τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ Εὐξίθεον τουτονὶ τὸν Χολλῄδην, ὄνθʼ ἡμῖν συγγενῆ, καὶ Μειδίαν μετὰ τούτου ἀπὸ δείπνου ποθὲν ἀπιόντας περιτυχεῖν πλησίον ὄντι μοι τῆς οἰκίας ἤδη, καὶ εἴς τε τὸ βαλανεῖον φερομένῳ παρακολουθῆσαι, καὶ ἰατρὸν ἄγουσιν παραγενέσθαι. οὕτω δʼ εἶχον ἀσθενῶς ὥστε, ἵνα μὴ μακρὰν φεροίμην οἴκαδʼ ἐκ τοῦ βαλανείου, ἐδόκει τοῖς παροῦσιν ὡς τὸν Μειδίαν ἐκείνην τὴν ἑσπέραν κομίσαι, καὶ ἐποίησαν οὕτω. λάβʼ οὖν καὶ τὰς τούτων μαρτυρίας, ἵνʼ εἰδῆθʼ ὅτι πολλοὶ συνίσασιν ὡς ὑπὸ τούτων ὑβρίσθην. ΜΑΡΤΥΡΙΑΙ. λαβὲ δὴ καὶ τὴν τοῦ ἰατροῦ μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.