Ancient Greek · ~2 min
Section 12
Demosthenes, κατὰ Κόνωνος αἰκείας 12
Not analysed yet
καὶ ὡς μὲν ὁ ἰατρὸς ἔφη, εἰ μὴ κάθαρσις αἵματος αὐτομάτη μοι πάνυ πολλὴ συνέβη περιωδύνῳ ὄντι καὶ ἀπορουμένῳ ἤδη, κἂν ἔμπυος γενόμενος διεφθάρην· νῦν δὲ τοῦτʼ ἔσῳσεν τὸ αἷμʼ ἀποχωρῆσαν. ὡς οὖν καὶ ταῦτʼ ἀληθῆ λέγω, καὶ παρηκολούθησέ μοι τοιαύτη νόσος ἐξ ἧς εἰς τοὔσχατον ἦλθον, ἐξ ὧν ὑπὸ τούτων ἔλαβον πληγῶν, λέγε τὴν τοῦ ἰατροῦ μαρτυρίαν καὶ τὴν τῶν ἐπισκοπούντων. ΜΑΡΤΥΡΙΑΙ.