Ancient Greek · ~2 min
Section 24
Demosthenes, κατὰ Κόνωνος αἰκείας 24
Not analysed yet
λαβὲ δή μοι καὶ τοὺς νόμους, τόν τε τῆς ὕβρεως καὶ τὸν περὶ τῶν λωποδυτῶν· καὶ γὰρ τούτοις ἀμφοτέροις ἐνόχους τούτους ὄψεσθε. λέγε. ΝΟΜΟΙ. τούτοις τοῖς νόμοις ἀμφοτέροις ἐκ τῶν πεπραγμένων ἔνοχος Κόνων ἐστὶν οὑτοσί· καὶ γὰρ ὕβριζεν καὶ ἐλωποδύτει. εἰ δὲ μὴ κατὰ τούτους προειλόμεθʼ ἡμεῖς δίκην λαμβάνειν, ἡμεῖς μὲν ἀπράγμονες καὶ μέτριοι φαινοίμεθʼ ἂν εἰκότως, οὗτος δʼ ὁμοίως πονηρός.