Ancient Greek · ~1 min
Section 29
Demosthenes, κατὰ Κόνωνος αἰκείας 29
Not analysed yet
εἰ δʼ ἄρʼ ἠγνόησε ταῦτα, καὶ τοῦτο τὸ δίκαιον ἔχων, ὡς νῦν φήσει, οὐ παρεσκευάσατʼ ὑπὲρ τηλικούτου κινδύνου, ἐπειδή γʼ ἀνεστηκὼς ἤδη προσεκαλεσάμην αὐτόν, ἐν τῇ πρώτῃ συνόδῳ πρὸς τῷ διαιτητῇ παραδιδοὺς ἐφαίνετʼ ἄν· ὧν οὐδὲν πέπρακται τούτῳ. ὅτι δʼ ἀληθῆ λέγω καὶ διακρούσεως ἕνεχʼ ἡ πρόκλησις ἦν, λέγε ταύτην τὴν μαρτυρίαν· ἔσται γὰρ ἐκ ταύτης φανερόν. ΜΑΡΤΥΡΙΑ.