Ancient Greek
Section 39
Demosthenes, κατὰ Κόνωνος αἰκείας 39
Not analysed yet
τὴν δὲ τούτου πρὸς τὰ τοιαῦτʼ ὀλιγωρίαν ἐγὼ πρὸς ὑμᾶς ἐρῶ· πέπυσμαι γὰρ ἐξ ἀνάγκης. ἀκούω γάρ, ὦ ἄνδρες δικασταί, Βάκχιόν τέ τινα, ὃς παρʼ ὑμῖν ἀπέθανε, καὶ Ἀριστοκράτην τὸν τοὺς ὀφθαλμοὺς διεφθαρμένον καὶ τοιούτους ἑτέρους καὶ Κόνωνα τουτονὶ ἑταίρους εἶναι μειράκιʼ ὄντας καὶ Τριβαλλοὺς ἐπωνυμίαν ἔχειν· τούτους τά θʼ Ἑκαταῖα καὶ τοὺς ὄρχεις τοὺς ἐκ τῶν χοίρων, οἷς καθαίρουσιν ὅταν εἰσιέναι μέλλωσιν, συλλέγοντας ἑκάστοτε συνδειπνεῖν ἀλλήλοις, καὶ ῥᾷον ὀμνύναι καὶ ἐπιορκεῖν ἢ ὁτιοῦν.