Ancient Greek
Section 29
Demosthenes, κατὰ Διονυσοδώρου βλάβης 29
Not analysed yet
οἱ γὰρ ἐκ τῆς Αἰγύπτου δανείσαντες τούτοις ἑτερόπλουν τἀργύριον εἰς Ἀθήνας, ὡς ἀφίκοντο εἰς τὴν Ῥόδον καὶ τὴν ναῦν ἐκεῖσε οὗτοι κατεκόμισαν, οὐδὲν οἶμαι διέφερεν αὐτοῖς ἀφεμένοις τῶν τόκων καὶ κομισαμένοις τὸ δάνειον ἐν τῇ Ῥόδῳ πάλιν ἐνεργὸν ποιεῖν εἰς τὴν Αἴγυπτον, ἀλλʼ ἐλυσιτέλει πολλῷ μᾶλλον τοῦτʼ ἢ δεῦρʼ ἐπαναπλεῖν.