Ancient Greek
Section 39
Demosthenes, κατὰ Διονυσοδώρου βλάβης 39
Not analysed yet
ἔστιν οὖν ὅποι παρέσχηκας ἐμφανῆ τὴν ναῦν, ἀφʼ οὗ τὰ χρήματα ἔλαβες παρʼ ἡμῶν, ὁμολογῶν σῶν εἶναι αὐτός; ἢ καταπέπλευκας ἐξ ἐκείνου τοῦ χρόνου εἰς τὸ Ἀθηναίων ἐμπόριον, τῆς συγγραφῆς διαρρήδην λεγούσης εἰς τὸν Πειραιᾶ κατάγειν τὴν ναῦν καὶ ἐμφανῆ παρέχειν τοῖς δανείσασιν;