Ancient Greek · ~1 min
Section 12
Demosthenes, πρὸς τὴν ἐπιστολήν τὴν Φιλίππου 12
Not analysed yet
καὶ τούτοις οὐδʼ ἂν εἷς εὖ φρονῶν ἀπιστήσειεν· οὕτω γὰρ φιλότιμον αὐτὸν εἶναί φασιν οἱ συνδιατρίψαντες ὥστε βουλόμενον τὰ κάλλιστα τῶν ἔργων πάνθʼ αὑτοῦ δοκεῖν εἶναι μᾶλλον ἄχθεσθαι τῶν στρατηγῶν καὶ τῶν ἡγεμόνων τοῖς ἄξιον ἐπαίνου τι πράξασιν ἢ τοῖς ὅλως ἀποτυχοῦσι.