Ancient Greek · ~1 min
Section 19
Demosthenes, πρὸς τὴν ἐπιστολήν τὴν Φιλίππου 19
Not analysed yet
οὔκουν ἐστὶν οὐδὲν δεινόν, εἴ τι πεπλεονέκτηκεν ἡμῶν κατὰ τὸν πρότερον πόλεμον, ἀλλὰ μᾶλλον εἰ μηδὲν ποιοῦντες ἡμεῖς ὧν προσήκει τοὺς πολεμοῦντας, νομίζομεν κρατήσειν τοῦ πάντα πράττοντος· ἃ δεῖ τοὺς πλεονεκτήσειν μέλλοντας.