Ancient Greek · ~1 min
Section 3
Demosthenes, πρὸς τὴν ἐπιστολήν τὴν Φιλίππου 3
Not analysed yet
ἔπειθʼ οἷς πρότερον ηὐξήθη, φενακίζων ἀεί τινας καὶ μεγάλʼ ἐπαγγελλόμενος εὐεργετήσειν, ταῦτα πάντα διεξελήλυθεν ἤδη, καὶ γιγνώσκεται μὲν ὑπὸ τῶν Περινθίων καὶ Βυζαντίων καὶ τῶν ἐκείνοις συμμαχούντων ὡς ἐπιθυμεῖ προσενεχθῆναι τούτοις τὸν αὐτὸν τρόπον ὅνπερ Ὀλυνθίοις πρότερον,