Ancient Greek
Section 14
Demosthenes, κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν 14
Not analysed yet
ἀξιῶν αὐτὸν τὴν ἄνθρωπον παραδοῦναι, εἰκότως ἄν μοι τούτους τοὺς λόγους ἀπεκρίνατο, ἀναβαλέσθαι κελεύων τὴν δίαιταν εἰς τὴν ὑστέραν σύνοδον, ἵνα κομίσῃ τὴν ἄνθρωπον καὶ παραδῷ μοι· νῦν δὲ σὲ αὐτὸν μεμαρτυρήκασιν, ὦ Θεόφημε, ἐθέλειν παραδιδόναι τὴν ἄνθρωπον, καὶ ἐμὲ μὴ ʼθέλειν παραλαβεῖν. πῶς οὖν σὺ κύριος μὲν ὢν τῆς ἀνθρώπου, μέλλων δὲ προκαλεῖσθαι ταύτην τὴν πρόκλησιν ἣν μεμαρτυρήκασί σοι, καταφεύγων δὲ εἰς τὴν ἄνθρωπον περὶ τοῦ δικαίου,