Ancient Greek
Section 2
Demosthenes, κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν 2
Not analysed yet
καὶ διὰ τοῦτο τῷ μὲν διώκοντι ἐλάττω ἐποίησαν τὰ ἐπιτίμια, ἐὰν ἡττηθῇ, ἵνα μὴ διὰ τὸ πλῆθος ἀποτρέπωνται διώκειν τοὺς μάρτυρας τῶν ψευδομαρτυρίων οἱ ἀδικούμενοι, τῷ δὲ φεύγοντι μεγάλας ἐπέθηκαν τιμωρίας, ἐὰν ἁλῶσιν καὶ δόξωσιν ὑμῖν τὰ ψευδῆ μεμαρτυρηκέναι.