Ancient Greek
Section 32
Demosthenes, κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν 32
Not analysed yet
ὁ γὰρ Ἀφαρεὺς ἐξήλεγχεν αὐτὸν τιμὴν λογισάμενον αὑτῷ τῶν σκευῶν καὶ λαβόντα παρʼ αὑτοῦ, ὅτε παρελάμβανεν τὴν τριηραρχίαν. νῦν δέ φησι Δημοχάρει παραδοῦναι, καὶ δικάζεται τοῖς παιδίοις τοῖς Δημοχάρους τετελευτηκότος τοῦ Δημοχάρους. ὅτε δʼ ἔζη ὁ Δημοχάρης, οὐκ ἀπεγράψατο πρὸς αὐτὸν διαδικασίαν ὁ Θεόφημος, εἰσπραττόμενος ὑπʼ ἐμοῦ τὰ σκεύη, ἀλλʼ ἐβούλετο ἐπὶ προφάσει χρόνου ἐγγενομένου ἀποστερῆσαι τὴν πόλιν τὰ σκεύη. ὡς δʼ ἀληθῆ λέγω, ἀναγνώσεται τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.