Ancient Greek
Section 39
Demosthenes, κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν 39
Not analysed yet
ὡς οὖν ἀληθῆ λέγω, καὶ ἦρξεν χειρῶν ἀδίκων ὁ Θεόφημος, οὐκ ἄλλοθεν δεῖν οἶμαι τὸν ἔλεγχον γενέσθαι ἢ ἐκ τῆς ἀνθρώπου, ἣν μεμαρτυρήκασιν οὗτοι οἱ μάρτυρες ὡς ἤθελεν ὁ Θεόφημος παραδιδόναι. ταύτῃ δὲ τῇ μαρτυρίᾳ πρότερος εἰσελθὼν εἰς τὸ δικαστήριον, οὐ παραγραφομένου ἐμοῦ οὐδʼ ὑπομνυμένου διὰ τὸ καὶ πρότερόν ποτε ἐφʼ ἑτέρας δίκης ταῦτά με βλάψαι, ἐξηπάτησεν τοὺς δικαστὰς λέγων, οὓς μὲν ἐγὼ παρειχόμην μάρτυρας, τὰ ψευδῆ μαρτυρεῖν, τὴν δὲ ἄνθρωπον ἐρεῖν τὰς ἀληθείας βασανιζομένην.