Ancient Greek
Section 50
Demosthenes, κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν 50
Not analysed yet
καὶ ἀποστέλλειν διὰ τάχους δεῖ τὴν τριήρη, καὶ ὁ στρατηγὸς Ἀλκίμαχος αὑτῷ παρασκευάζειν κελεύοι ταύτην τὴν ναῦν· τὸ οὖν ἀργύριον τὸ πεπορισμένον τῷ Θεοφήμῳ ἀποδοῦναι ἐνταῦθα κατεχρησάμην. ἐδεόμην δʼ αὐτοῦ ἀναβαλέσθαι τὴν ὑπερημερίαν, ἕως ἂν τὴν ναῦν ἀποστείλω. ὁ δὲ ῥᾳδίως μοι καὶ ἀκάκως ἀποκρίνεται· οὐδὲν κωλύει, ἔφη· ἀλλʼ ἐπειδὰν τὴν ναῦν ἀποστείλῃς, πόριζε καὶ ἐμοί.