Ancient Greek
Section 54
Demosthenes, κατὰ Εὐέργου καὶ Μνησιβούλου ψευδομαρτυριῶν 54
Not analysed yet
ᾤοντο μὲν γὰρ οὐ τοσαῦτα μόνον λήψεσθαι, ἀλλὰ πολλῷ πλείω· τὴν γὰρ οὖσάν μοι ποτὲ κατασκευὴν τῆς οἰκίας καταλήψεσθαι· ἀλλʼ ὑπὸ τῶν λῃτουργιῶν καὶ τῶν εἰσφορῶν καὶ τῆς πρὸς ὑμᾶς φιλοτιμίας τὰ μὲν ἐνέχυρα κεῖται αὐτῶν, τὰ δὲ πέπραται. ὅσα δʼ ἦν ἔτι ὑπόλοιπα, πάντα λαβόντες ᾤχοντο.