Ancient Greek · ~1 min
Section 100
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 100
Not analysed yet
τίς οὖν ὑβρίζων παύσεται καὶ διʼ ἃ ταῦτα ποιεῖ χρήματʼ ἀφαιρεθήσεται, εἰ τοῦτον ὥσπερ δεινὰ πάσχοντʼ ἐλεήσετε; εἰ δέ τις πένης μηδὲν ἠδικηκὼς ταῖς ἐσχάταις συμφοραῖς ἀδίκως ὑπὸ τούτου περιπέπτωκε, τούτῳ δʼ οὐδὲ συνοργισθήσεσθε; μηδαμῶς· οὐδεὶς γάρ ἐστι δίκαιος τυγχάνειν ἐλέου τῶν μηδένʼ ἐλεούντων, οὐδὲ συγγνώμης τῶν ἀσυγγνωμόνων.