Ancient Greek
Section 102
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 102
Not analysed yet
ἡγοῦμαι μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ εἰ μηδὲν ἔτʼ ἄλλʼ εἶχον κατηγορεῖν Μειδίου, μηδὲ δεινότερʼ ἦν ἃ μέλλω λέγειν ὧν εἴρηκα, δικαίως ἂν ὑμᾶς ἐκ τῶν εἰρημένων καὶ καταψηφίσασθαι καὶ τιμᾶν αὐτῷ τῶν ἐσχάτων. οὐ μὴν ἐνταῦθʼ ἕστηκε τὸ πρᾶγμα, οὐδʼ ἀπορήσειν μοι δοκῶ τῶν μετὰ ταῦτα· τοσαύτην ἀφθονίαν οὗτος πεποίηκε κατηγοριῶν.