Ancient Greek
Section 115
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 115
Not analysed yet
εἴασε δʼ ἀρχεθεωροῦντʼ ἀγαγεῖν τῷ Διὶ τῷ Νεμείῳ τὴν κοινὴν ὑπὲρ τῆς πόλεως θεωρίαν, περιεῖδε δὲ ταῖς σεμναῖς θεαῖς ἱεροποιὸν αἱρεθέντʼ ἐξ Ἀθηναίων ἁπάντων τρίτον αὐτὸν καὶ καταρξάμενον τῶν ἱερῶν. ἆρʼ ἄν, εἴ γʼ εἶχε στιγμὴν ἢ σκιὰν τούτων ὧν κατεσκεύαζεν κατʼ ἐμοῦ, ταῦτʼ ἂν εἴασεν; ἐγὼ μὲν οὐκ οἶμαι. οὐκοῦν ἐξελέγχεται τούτοις ἐναργῶς ὕβρει ζητῶν μʼ ἐκβάλλειν ἐκ τῆς πατρίδος.