Ancient Greek · ~1 min
Section 122
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 122
Not analysed yet
τίς οὖν ὑπερβολή, τίς ὁμοία τῇ τούτου γέγονʼ ἢ γένοιτʼ ἂν πονηρία; ὃς ἄνδρʼ ἀτυχοῦντα, οὐδὲν αὐτὸν ἠδικηκότα (ἐῶ γὰρ εἰ φίλον), ἅμα συκοφαντεῖν ᾤετο δεῖν καὶ πρὸς ἔμʼ αὑτὸν διαλύειν ἠξίου, καὶ ταῦτʼ ἔπραττε καὶ χρήματʼ ἀνήλισκεν ἐπὶ τῷ μετʼ ἐκείνου κἀμὲ προσεκβαλεῖν ἀδίκως.