Ancient Greek
Section 128
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 128
Not analysed yet
εἰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, σώφρονα καὶ μέτριον πρὸς τἄλλα παρεσχηκὼς αὑτὸν Μειδίας καὶ μηδένα τῶν ἄλλων πολιτῶν ἠδικηκὼς εἰς ἔμʼ ἀσελγὴς μόνον οὕτω καὶ βίαιος ἐγεγόνει, πρῶτον μὲν ἔγωγʼ ἀτύχημʼ ἂν ἐμαυτοῦ τοῦθʼ ἡγούμην, ἔπειτʼ ἐφοβούμην ἂν μὴ τὸν ἄλλον ἑαυτοῦ βίον οὗτος μέτριον δεικνύων καὶ φιλάνθρωπον διακρούσηται τούτῳ τὸ δίκην ὧν ἔμʼ ὕβρικεν δοῦναι.