Ancient Greek
Section 130
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 130
Not analysed yet
μᾶλλον δʼ ἐκεῖνο ποιήσω· ἀναγνώσομαι μὲν ὑμῖν, ὡς ἐμαυτῷ γέγραμμαι, πάντα τὰ ὑπομνήματα, λέξω δʼ ὅ τι ἂν πρῶτον ἀκούειν βουλομένοις ὑμῖν ᾖ, τοῦτο πρῶτον, εἶθʼ ἕτερον, καὶ τἄλλα τὸν αὐτὸν τρόπον, ἕως ἂν ἀκούειν βούλησθε. ἔστι δὲ ταῦτα παντοδαπά, καὶ ὕβρεις πολλαὶ καὶ περὶ τοὺς οἰκείους κακουργήματα καὶ περὶ τοὺς θεοὺς ἀσεβήματα, καὶ τόπος οὐδείς ἐστιν ἐν ᾧ τοῦτον οὐ θανάτου πεποιηκότʼ ἄξια πόλλʼ εὑρήσετε. ΥΠΟΜΝΗΜΑΤΑ ΤΩ͂Ν ΜΕΙΔΙΟΥ ΑΔΙΚΗΜΑΤΩΝ