Ancient Greek
Section 136
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 136
Not analysed yet
τοῖς μὲν τοίνυν ἄλλοις ἅπασιν ἀνθρώποις ὁρῶ τοῖς κρινομένοις, ὦ ἄνδρες δικασταί, ἓν μὲν ἢ δύʼ ὄντα τἀδικήμαθʼ ἃ κατηγορεῖται, λόγους δʼ ἀφθόνους τοιούτους ὑπάρχοντας τίς ὑμῶν ἐμοί τι σύνοιδε τοιοῦτον; τίς ὑμῶν ἐμὲ ταῦθʼ ἑόρακε ποιοῦντα; οὐκ ἔστιν, ἀλλʼ οὗτοι διʼ ἔχθραν καταψεύδονταί μου, καταψευδομαρτυροῦμαι, τὰ τοιαῦτα· τούτῳ δʼ αὖ τἀναντία τούτων.