Ancient Greek
Section 14
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 14
Not analysed yet
ὑμεῖς μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντες ἀμφότερʼ ὡς οἷόν τε μάλιστʼ ἀπεδέξασθε, τήν τʼ ἐπαγγελίαν τὴν ἐμὴν καὶ τὸ συμβὰν ἀπὸ τῆς τύχης, καὶ θόρυβον καὶ κρότον τοιοῦτον ὡς ἂν ἐπαινοῦντές τε καὶ συνησθέντες ἐποιήσατε, Μειδίας δʼ οὑτοσὶ μόνος τῶν πάντων, ὡς ἔοικεν, ἠχθέσθη, καὶ παρηκολούθησε παρʼ ὅλην τὴν λῃτουργίαν ἐπηρεάζων μοι συνεχῶς καὶ μικρὰ καὶ μείζω.