Ancient Greek · ~1 min
Section 144
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 144
Not analysed yet
ἐκεῖνος γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, λέγεται πρὸς πατρὸς μὲν Ἀλκμεωνιδῶν εἶναι (τούτους δέ φασιν ὑπὸ τῶν τυράννων ὑπὲρ τοῦ δήμου στασιάζοντας ἐκπεσεῖν, καὶ δανεισαμένους χρήματʼ ἐκ Δελφῶν ἐλευθερῶσαι τὴν πόλιν καὶ τοὺς Πεισιστράτου παῖδας ἐκβαλεῖν), πρὸς δὲ μητρὸς Ἱππονίκου καὶ ταύτης τῆς οἰκίας ἧς ὑπάρχουσι πολλαὶ καὶ μεγάλαι πρὸς τὸν δῆμον εὐεργεσίαι.