Ancient Greek · ~1 min
Section 152
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 152
Not analysed yet
ἐγὼ δὲ πρῶτον μὲν οὐδὲν ἀγεννὲς ὑμῶν καταγιγνώσκω, οὐδʼ ὑπολαμβάνω τιμήσειν οὐδὲν ἐλάττονος τούτῳ ἢ ὅσον καταθεὶς οὗτος παύσεται τῆς ὕβρεως· τοῦτο δʼ ἐστὶ μάλιστα μὲν θάνατος, εἰ δὲ μή, πάντα τὰ ὄντʼ ἀφελέσθαι. ἔπειθʼ ὑπὲρ τῶν τούτου λῃτουργιῶν καὶ τῶν τριηραρχιῶν καὶ τῶν τοιούτων λόγων ὡδὶ γιγνώσκω.