Ancient Greek · ~1 min
Section 161
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 161
Not analysed yet
ἐγένοντʼ εἰς Εὔβοιαν ἐπιδόσεις παρʼ ὑμῖν πρῶται· τούτων οὐκ ἦν Μειδίας, ἀλλʼ ἐγώ, καὶ συντριήραρχος ἦν μοι Φιλῖνος ὁ Νικοστράτου. ἕτεραι δεύτεραι μετὰ ταῦτʼ εἰς Ὄλυνθον· οὐδὲ τούτων ἦν Μειδίας. καίτοι τόν γε δὴ φιλότιμον πανταχοῦ προσῆκεν ἐξετάζεσθαι. τρίται νῦν αὗται γεγόνασιν ἐπιδόσεις· ἐνταῦθʼ ἐπέδωκεν. πῶς; ἐν τῇ βουλῇ γιγνομένων ἐπιδόσεων παρὼν οὐκ ἐπεδίδου τότε·