Ancient Greek
Section 167
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 167
Not analysed yet
καὶ γὰρ αὖ τοῦτο. τῶν ἄλλων ἁπάντων τῶν ἐπιδόντων τριηράρχων παραπεμπόντων ὑμᾶς ὅτε δεῦρʼ ἀπεπλεῖτʼ ἐκ Στύρων, μόνος οὗτος οὐ παρέπεμπεν, ἀλλʼ ἀμελήσας ὑμῶν χάρακας καὶ βοσκήματα καὶ θυρώμαθʼ ὡς αὑτὸν καὶ ξύλʼ εἰς τὰ ἔργα τὰ ἀργύρειʼ ἐκόμιζεν, καὶ χρηματισμός, οὐ λῃτουργία γέγονεν ἡ τριηραρχία τῷ καταπτύστῳ τούτῳ. ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω σύνιστε μὲν τὰ πολλὰ τούτων, ὅμως δὲ καὶ μάρτυρας ὑμῖν καλῶ. ΜΑΡΤΥΡΕΣ