Ancient Greek
Section 174
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 174
Not analysed yet
καὶ τῆς μὲν Παράλου ταμιεύων τότε, ὅτε τὴν ἐπὶ Θηβαίους ἔξοδον εἰς Εὔβοιαν ἐποιεῖσθʼ ὑμεῖς, δώδεκα τῆς πόλεως τάλαντʼ ἀναλίσκειν ταχθείς, ἀξιούντων ὑμῶν πλεῖν καὶ παραπέμπειν τοὺς στρατιώτας οὐκ ἐβοήθησεν, ἀλλʼ ἤδη τῶν σπονδῶν γεγονυιῶν, ἃς Διοκλῆς ἐσπείσατο Θηβαίοις, ἧκεν. καὶ τόθʼ ἡττᾶτο πλέων τῶν ἰδιωτικῶν τριήρων μιᾶς· οὕτως εὖ τὴν ἱερὰν τριήρη παρεσκευάκει. ἱππαρχῶν τοίνυν, τί οἴεσθε τἄλλα; ἀλλʼ ἵππον, ἵππον οὐκ ἐτόλμησεν ὁ λαμπρὸς καὶ πλούσιος οὗτος πρίασθαι, ἀλλʼ ἐπʼ ἀλλοτρίου τὰς πομπὰς ἡγεῖτο, τοῦ Φιλομήλου τοῦ Παιανιέως ἵππου· καὶ ταῦτα πάντες ἴσασιν οἱ ἱππεῖς. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι καὶ τούτων τοὺς μάρτυρας. ΜΑΡΤΥΡΕΣ