Ancient Greek · ~1 min
Section 177
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 177
Not analysed yet
εἷς μὲν οὗτος ἐξ ἰδίου πράγματος, οὐδεμιᾶς ὕβρεως προσούσης, ὑπὲρ αὐτοῦ τοῦ παραβῆναι τὸν νόμον τοσαύτην ἔδωκε δίκην. εἰκότως· τοῦτο γάρ ἐσθʼ ὃ φυλάττειν ὑμᾶς δεῖ, τοὺς νόμους, τὸν ὅρκον· ταῦτʼ ἔχεθʼ ὑμεῖς οἱ δικάζοντες ἀεὶ παρὰ τῶν ἄλλων ὡσπερεὶ παρακαταθήκην, ἣν ἅπασιν, ὅσοι μετὰ τοῦ δικαίου πρὸς ὑμᾶς ἔρχονται, σῶν ὑπάρχειν δεῖ.