Ancient Greek · ~1 min
Section 180
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 180
Not analysed yet
ἑτέρου τοίνυν ὅ τε δῆμος ἅπας κατεχειροτόνησʼ ἀδικεῖν περὶ τὴν ἑορτήν, καὶ ὑμεῖς εἰσελθόντʼ ἀπεκτείνατε τοῦτον, Κτησικλέα, ὅτι σκῦτος ἔχων ἐπόμπευε, καὶ τούτῳ μεθύων ἐπάταξέ τινʼ ἐχθρὸν ὑπάρχονθʼ ἑαυτῷ· ἐδόκει γὰρ ὕβρει καὶ οὐκ οἴνῳ τύπτειν, ἀλλὰ τὴν ἐπὶ τῆς πομπῆς καὶ τοῦ μεθύειν πρόφασιν λαβὼν ἀδικεῖν, ὡς δούλοις χρώμενος τοῖς ἐλευθέροις.