Ancient Greek · ~2 min
Section 19
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 19
Not analysed yet
τὰ μὲν οὖν εἰς ἐμὲ καὶ τοὺς φυλέτας ἠσελγημένα καὶ περὶ τὴν ἑορτὴν ἀδικήματα τούτῳ πεπραγμένα, ἐφʼ οἷς αὐτὸν προὐβαλόμην, ταῦτʼ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ πόλλʼ ἕτερα, ὧν ὅσʼ ἂν οἷός τʼ ὦ διέξειμι πρὸς ὑμᾶς αὐτίκα δὴ μάλα. ἔχω δὲ λέγειν καὶ πονηρίας ἑτέρας παμπληθεῖς αὐτοῦ καὶ ὕβρεις εἰς πολλοὺς ὑμῶν καὶ τολμήματα τοῦ μιαροῦ τούτου πολλὰ καὶ δεινά,