Ancient Greek · ~1 min
Section 191
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 191
Not analysed yet
τάχα τοίνυν ἴσως καὶ τὰ τοιαῦτʼ ἐρεῖ, ὡς ἐσκεμμένα καὶ παρεσκευασμένα πάντα λέγω νῦν. ἐγὼ δʼ ἐσκέφθαι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, φημὶ καὶ οὐκ ἂν ἀρνηθείην, καὶ μεμελετηκέναι γʼ ὡς ἐνῆν μάλιστʼ ἐμοί· καὶ γὰρ ἂν ἄθλιος ἦν, εἰ τοιαῦτα παθὼν καὶ πάσχων ἠμέλουν ὧν περὶ τούτων ἐρεῖν ἔμελλον πρὸς ὑμᾶς·