Ancient Greek
Section 198
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 198
Not analysed yet
ἐμοὶ μὲν νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Ἀθηνᾶν (εἰρήσεται γάρ, εἴτʼ ἄμεινον εἴτε μή,) ὅθʼ οὗτος ὡς ἀπήλλαγμαι περιιὼν ἐλογοποίει, ἔνδηλοί τινες ἦσαν ἀχθόμενοι τῶν πάνυ τούτῳ λαλούντων ἡδέως. καὶ νὴ Δίʼ αὐτοῖς πολλὴ συγγνώμη· οὐ γάρ ἐστι φορητὸς ἅνθρωπος, ἀλλὰ καὶ πλουτεῖ μόνος καὶ λέγειν δύναται μόνος, καὶ πάντες εἰσὶ τούτῳ καθάρματα καὶ πτωχοὶ καὶ οὐδʼ ἄνθρωποι.