Ancient Greek
Section 200
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 200
Not analysed yet
ἀλλʼ οὐ Μειδίας, ἀλλʼ ἀπὸ τῆς ἡμέρας ταύτης λέγει, λοιδορεῖται, βοᾷ. χειροτονεῖταί τις· Μειδίας Ἀναγυράσιος προβέβληται. Πλουτάρχου προξενεῖ, τἀπόρρητʼ οἶδεν, ἡ πόλις αὐτὸν οὐ χωρεῖ. καὶ ταῦτα πάντα ποιεῖ δῆλον ὅτι οὐδὲν ἄλλʼ ἐνδεικνύμενος ἢ ὅτι ἐγὼ οὐδὲν πέπονθʼ ὑπὸ τῆς καταχειροτονίας, οὐδὲ δέδοικʼ οὐδὲ φοβοῦμαι τὸν μέλλοντʼ ἀγῶνα.