Ancient Greek · ~1 min
Section 202
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 202
Not analysed yet
ἀλλʼ ἔγωγε, εἰ μηδενὸς εἵνεκα τῶν ἄλλων, τῶν γε δημηγοριῶν ὧν ἑκάστοτε δημηγορεῖ, καὶ ἐν οἷς καιροῖς, τὴν μεγίστην ἂν αὐτὸν δικαίως οἶμαι δίκην δοῦναι. ἴστε γὰρ δήπου τοῦθʼ ὅτι, ἂν μέν τι τῶν δεόντων ἀπαγγελθῇ τῇ πόλει καὶ τοιοῦτον οἷον εὐφρᾶναι πάντας, οὐδαμοῦ πώποτε Μειδίας τῶν συνηδομένων οὐδὲ τῶν συγχαιρόντων ἐξητάσθη τῷ δήμῳ,