Ancient Greek · ~1 min
Section 21
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 21
Not analysed yet
πάντων οὖν ἁθρόων ἓν τίμημα ποιήσασθε, ὅ τι ἂν δίκαιον ἡγῆσθε. ἐξελέγξω δὲ πρῶτον μὲν ὅσʼ αὐτὸς ὑβρίσθην, ἔπειθʼ ὅσʼ ὑμεῖς· μετὰ ταῦτα δὲ καὶ τὸν ἄλλον, ὦ ἄνδρες Ἀθηναῖοι, βίον αὐτοῦ πάντʼ ἐξετάσω, καὶ δείξω πολλῶν θανάτων, οὐχ ἑνὸς ὄντʼ ἄξιον. λέγε μοι τὴν τοῦ χρυσοχόου πρώτην λαβὼν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ