Ancient Greek · ~1 min
Section 210
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 210
Not analysed yet
μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τούτοις τοῖς οὕτω χρησαμένοις ἂν ὑμῖν ἄλλως πως ἔχεθʼ ὑμεῖς, μηδὲ τὸν πλοῦτον μηδὲ τὴν δόξαν τὴν τούτων θαυμάζετε, ἀλλʼ ὑμᾶς αὐτούς. πολλὰ τούτοις ἀγάθʼ ἐστίν, ἃ τούτους οὐδεὶς κωλύει κεκτῆσθαι· μὴ τοίνυν μηδʼ οὗτοι τὴν ἄδειαν, ἣν ἡμῖν κοινὴν οὐσίαν οἱ νόμοι παρέχουσι, κωλυόντων κεκτῆσθαι.