Ancient Greek · ~1 min
Section 214
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 214
Not analysed yet
καὶ γὰρ εἰ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τόθʼ ὅτʼ ἦν ἡ προβολή, τὰ πεπραγμένʼ ὁ δῆμος ἀκούσας ἀπεχειροτόνησε Μειδίου, οὐκ ἂν ὁμοίως ἦν δεινόν· καὶ γὰρ μὴ γεγενῆσθαι, καὶ μὴ περὶ τὴν ἑορτὴν ἀδικήματα ταῦτʼ εἶναι, καὶ πόλλʼ ἂν εἶχέ τις αὑτὸν παραμυθήσασθαι.