Ancient Greek · ~1 min
Section 219
Demosthenes, κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 219
Not analysed yet
ἔτι δʼ οὐκ ἔμʼ ἔτυπτεν, ἄνδρες Ἀθηναῖοι, μόνον οὗτος οὐδʼ ὕβριζε τῇ διανοίᾳ τότε ποιῶν οἷʼ ἐποίει, ἀλλὰ πάντας ὅσους περ ἂν οἴηταί τις ἧττον ἐμοῦ δύνασθαι δίκην ὑπὲρ αὑτῶν λαβεῖν. εἰ δὲ μὴ πάντες ἐπαίεσθε μηδὲ πάντες ἐπηρεάζεσθε χορηγοῦντες, ἴστε δήπου τοῦθʼ ὅτι οὐδʼ ἐχορηγεῖθʼ ἅμα πάντες, οὐδὲ δύναιτʼ ἄν ποθʼ ὑμᾶς οὐδεὶς ἅπαντας μιᾷ χειρὶ προπηλακίσαι.